Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.1 Joseph. AJ 15.6 (English) >>Joseph. AJ 15.11

15.4 δὲ Πολλίων οὗτος καὶ κρινομένου ποτὲ Ἡρώδου τὴν ἐπὶ θανάτῳ προεῖπεν ὀνειδίζων Ὑρκανῷ καὶ τοῖς δικάζουσιν, ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς ἐπεξελεύσεται· καὶ τοῦτο χρόνῳ προύβη τοῦ θεοῦ τοὺς λόγους αὐτοῦ τελειώσαντος. 15.5

Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους. 15.6ἀπέκτεινε δὲ τεσσαρακονταπέντε τοὺς πρώτους ἐκ τῆς αἱρέσεως Ἀντιγόνου φύλακας περιστήσας ταῖς πύλαις τῶν τειχῶν, ἵνα μή τις συνεκκομισθῇ τοῖς τεθνεῶσι, καὶ τοὺς νεκροὺς ἠρεύνων, καὶ πᾶν τὸ εὑρισκόμενον ἀργύριον χρυσίον τι κειμήλιον ἀνεφέρετο τῷ βασιλεῖ, 15.7πέρας τε κακῶν οὐδὲν ἦν· τὰ μὲν γὰρ πλεονεξία τοῦ κρατοῦντος ἐν χρείᾳ γεγενημένου διεφόρει, τὴν δὲ χώραν μένειν ἀγεώργητον τὸ ἑβδοματικὸν ἠνάγκαζεν ἔτος· ἐνεστήκει γὰρ τότε, καὶ σπείρειν ἐν ἐκείνῳ τὴν γῆν ἀπηγορευμένον ἐστὶν ἡμῖν. 15.8Ἀντώνιος δὲ λαβὼν αἰχμάλωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι θριάμβου φυλάττειν, ἐπεὶ δʼ ἤκουσεν νεωτερίζειν τὸ ἔθνος κἀκ τοῦ πρὸς Ἡρώδην μίσους εὔνουν Ἀντιγόνῳ διαμένον, ἔγνω τοῦτον ἐν Ἀντιοχείᾳ πελεκίσαι· σχεδὸν γὰρ οὐδαμῶς ἠρεμεῖν ἠδύναντο οἱ Ἰουδαῖοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.1 Joseph. AJ 15.6 (English) >>Joseph. AJ 15.11

Powered by PhiloLogic